INCOMPLETE

Prometheus Bound

Aeschylus

Κράτος:

Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,
Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν.
Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις
ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι5
ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.
τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,
θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοι
ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα10
στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.

Ἥφαιστος:

Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι:
ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενῆ θεὸν
δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.15
πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν:
ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.

τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασι
προσπασσαλεύσω τῷδ᾽ ἀπανθρώπῳ πάγῳ20
ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
ὄψει, σταθευτὸς δ᾽ ἡλίου φοίβῃ φλογὶ
χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι
ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
πάχνην θ᾽ ἑῴαν ἥλιος σκεδᾷ πάλιν:25
ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
τρύσει σ᾽: ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.

τοιαῦτ᾽ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.
θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.30
ἀνθ᾽ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ:
πολλοὺς δ᾽ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
φθέγξῃ: Διὸς γὰρ δυσπαραίτητοι φρένες.
ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.35

Κράτος:

εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;
τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;

Ἥφαιστος:

τὸ συγγενές τοι δεινὸν ἥ θ᾽ ὁμιλία.

Κράτος:

σύμφημ᾽: ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων40
οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;

Ἥφαιστος:

αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.

Κράτος:

ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲ
τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.

Ἥφαιστος:

ὦ πολλὰ μισηθεῖσα χειρωναξία.45

Κράτος:

τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.

Ἥφαιστος:

ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.

Κράτος:

ἅπαντ᾽ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν:
ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.50

Ἥφαιστος:

ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.

Κράτος:

οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,
ὡς μή σ᾽ ἐλινύοντα προσδερχθῇ πατήρ;

Ἥφαιστος:

καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.

Κράτος:

βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει55
ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.

Ἥφαιστος:

περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.

Κράτος:

ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.
δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.

Ἥφαιστος:

ἄραρεν ἥδε γ᾽ ὠλένη δυσεκλύτως.60

Κράτος:

καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα
μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.

Ἥφαιστος

πλὴν τοῦδ᾽ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.

Κράτος

ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
στέρνων διαμπὰξ πασσάλευ᾽ ἐρρωμένως.65

Ἥφαιστος

αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων.

Κράτος

σὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ᾽ ἐχθρῶν ὕπερ
στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.

Ἥφαιστος

ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.

Κράτος

ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.70
ἀλλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.

Ἥφαιστος

δρᾶν ταῦτ᾽ ἀνάγκη, μηδὲν ἐγκέλευ᾽ ἄγαν.

Κράτος

ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.
χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.

Ἥφαιστος

καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.75

Κράτος

ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας:
ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.

Ἥφαιστος

ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.

Κράτος

σὺ μαλθακίζου, τὴν δ᾽ ἐμὴν αὐθαδίαν
ὀργῆς τε τραχύτητα μὴ ’πίπλησσέ μοι.80

Ἥφαιστος

στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρ᾽ ἔχει.

Κράτος

ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
συλῶν ἐφημέροισι προστίθει. τί σοι
οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων;
ψευδωνύμως σε δαίμονες Προμηθέα85
καλοῦσιν: αὐτὸν γάρ σε δεῖ προμηθέως,
ὅτῳ τρόπῳ τῆσδ᾽ ἐκκυλισθήσῃ τέχνης.

Προμηθεύς

ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,
ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων
ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ,90
καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ.
ἴδεσθέ μ᾽ οἷα πρὸς θεῶν πάσχω θεός.

δέρχθηθ᾽ οἵαις αἰκείαισιν
διακναιόμενος τὸν μυριετῆ
χρόνον ἀθλεύσω.95
τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρων
ἐξηῦρ᾽ ἐπ᾽ ἐμοὶ δεσμὸν ἀεικῆ.
φεῦ φεῦ, τὸ παρὸν τό τ᾽ ἐπερχόμενον
πῆμα στενάχω, πῇ ποτε μόχθων
χρὴ τέρματα τῶνδ᾽ ἐπιτεῖλαι.100

καίτοι τί φημι; πάντα προυξεπίσταμαι
σκεθρῶς τὰ μέλλοντ᾽, οὐδέ μοι ποταίνιον
πῆμ᾽ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ
αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ᾽ ὅτι
τὸ τῆς ἀνάγκης ἔστ᾽ ἀδήριτον σθένος.105
ἀλλ᾽ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας
οἷόν τέ μοι τάσδ᾽ ἐστί. θνητοῖς γὰρ γέρα
πορὼν ἀνάγκαις ταῖσδ᾽ ἐνέζευγμαι τάλας.
ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς
πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης 110
πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.
τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω
ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος.

ἆ ἆ ἔα ἔα.
τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ᾽ ἀφεγγής,115
θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη;
ἵκετο τερμόνιον ἐπὶ πάγον
πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;
ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν
τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς120
δι᾽ ἀπεχθείας ἐλθόνθ᾽ ὁπόσοι
τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,
διὰ τὴν λίαν φιλότητα βροτῶν.
φεῦ φεῦ, τί ποτ᾽ αὖ κινάθισμα κλύω
πέλας οἰωνῶν; αἰθὴρ δ᾽ ἐλαφραῖς125
πτερύγων ῥιπαῖς ὑποσυρίζει.
πᾶν μοι φοβερὸν τὸ προσέρπον.

Χορός

μηδὲν φοβηθῇς: φιλία
γὰρ ἥδε τάξις πτερύγων
θοαῖς ἁμίλλαις προσέβα
τόνδε πάγον, πατρῴαςFIX 130
μόγις παρειποῦσα φρένας.
κραιπνοφόροι δέ μ᾽ ἔπεμψαν αὖραι:
κτύπου γὰρ ἀχὼ χάλυβος διῇξεν ἄν- τρων μυχόν, ἐκ δ᾽ ἔπληξέ μου
τὰν θεμερῶπιν αἰδῶ:
σύθην δ᾽ ἀπέδιλος ὄχῳ πτερωτῷ.135

Προμηθεύς

αἰαῖ αἰαῖ,
τῆς πολυτέκνου Τηθύος ἔκγονα,
τοῦ περὶ πᾶσάν θ᾽ εἱλισσομένου
χθόν᾽ ἀκοιμήτῳ ῥεύματι παῖδες
πατρὸς, Ὠκεανοῦ, δέρχθητ᾽, ἐσίδεσθ᾽140
οἵῳ δεσμῷ, προσπορπατὸς τῆσδε φάραγγος σκοπέλοις ἐν ἄκροις
φρουρὰν ἄζηλον ὀχήσω.

Χορός

λεύσσω, Προμηθεῦ: φοβερὰ δ᾽ ἐμοῖσιν ὄσ-
σοις ὀμίχλα προσῇξε πλή-145
ρης δακρύων σὸν δέμας εἰσιδούσᾳ
πέτραις προσαυαινόμενον
ταῖσδ᾽ ἀδαμαντοδέτοισι λύμαις.
νέοι γὰρ οἰακονόμοι κρατοῦσ᾽, Ὀλύμ- που, νεοχμοῖς δὲ δὴ νόμοις150
Ζεὺς ἀθέτως κρατύνει.
τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.

Προμηθεύς

εἰ γάρ μ᾽ ὑπὸ γῆν νέρθεν θ᾽ Ἅιδου
τοῦ νεκροδέγμονος εἰς ἀπέρατον
Τάρταρον ἧκεν,
δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας,155
ὡς μήτε θεὸς μήτε τις ἄλλος
τοῖσδ᾽ ἐπεγήθει.
νῦν δ᾽ αἰθέριον κίνυγμ᾽ ὁ τάλας
ἐχθροῖς ἐπίχαρτα πέπονθα.

Χορός

τίς ὧδε τλησικάρδιος160
θεῶν, ὅτῳ τάδ᾽ ἐπιχαρῆ;
τίς οὐ ξυνασχαλᾷ κακοῖς
τεοῖσι, δίχα γε Διός; ὁ δ᾽ ἐπικότως ἀεὶ
θέμενος ἄγναμπτον νόον
δάμναται Οὐρανίαν165
γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ ἢ παλάμᾳ τινὶ
τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.

Προμηθεύς

ἦ μὴν ἔτ᾽ ἐμοῦ, καίπερ κρατεραῖς
ἐν γυιοπέδαις αἰκιζομένου,
χρείαν ἕξει μακάρων πρύτανις,170
δεῖξαι τὸ νέον βούλευμ᾽ ὑφ᾽ ὅτου
σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται.
καί μ᾽ οὔτι μελιγλώσσοις πειθοῦς
ἐπαοιδαῖσιν θέλξει, στερεάς τ᾽
οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ175
καταμηνύσω,
πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ
ποινάς τε τίνειν
τῆσδ᾽ αἰκείας ἐθελήσῃ.

Χορός

σὺ μὲν θρασύς τε καὶ πικραῖς180
δύαισιν οὐδὲν ἐπιχαλᾷς,
ἄγαν δ᾽ ἐλευθεροστομεῖς.
ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος:
δέδια δ᾽ ἀμφὶ σαῖς τύχαις,
πᾷ ποτε τῶνδε πόνων185
χρή σε τέρμα κέλ-
σαντ᾽ ἐσιδεῖν: ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ
ἀπαράμυθον ἔχει Κρόνου παῖς.

Προμηθεύς

οἶδ᾽ ὅτι τραχὺς καὶ παρ᾽ ἑαυτῷ
τὸ δίκαιον ἔχων Ζεύς. ἀλλ᾽ ἔμπας ὀίω190
μαλακογνώμων
ἔσται ποθ᾽, ὅταν ταύτῃ ῥαισθῇ:
τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν
εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα
σπεύδων σπεύδοντί ποθ᾽ ἥξει.195